1. Πιστεύομεν εἰς ἕνα ἀγέννητον θεόν, Πατέρα παντοκράτορα, πάντωνποιητὴν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ἔχοντα ἀφ’ ἑαυτοῦ τὸ εἶναι· καὶ εἰςἕνα μονογενῆ Λόγον, Σοφίαν, Υἱόν, ἐκ τοῦ Πατρὸς ἀνάρχως καὶ ἀϊδίωςγεγεννημένον [2], Λόγον δὲ οὐ προφορικόν, [3] οὐκ ἐνδιάθετον, οὐκ ἀπόῤῥοιαν τοῦ τελείου, οὐ τμῆσιντῆς ἀπαθοῦς φύσεως οὔτε προβολήν, ἀλλ’ Υἱὸν αὐτοτελῆ, ζῶντά τε καὶἐνεργοῦντα, τὴν ἀληθινὴν εἰκόνα τοῦ Πατρὸς [4],ἰσότιμον καὶ ἰσόδοξον· τοῦτο γάρ ἐστι, φησί, τὸ θέλημα τοῦ Πατρός,Ἵνα καθὼς τιμῶσι τὸν Πατέρα, οὕτω τιμῶσι καὶ τὸν Υἱόν. Θεὸνἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, ὥς φησιν Ἰωάννης ἐν Καθολικαῖς [5] τό· Ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ ἸησοῦΧριστοῦ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος·παντοκράτορα ἐκ παντοκράτορος· πάντων γάρ, ὧν ἄρχει ὁ Πατὴρ καὶ κρατεῖ,ἄρχει καὶ κρατεῖ καὶ ὁ Υἱός [6]· ὅλος ἐξ ὅλου, ὅμοιοςτῷ Πατρὶ ὢν, ὥς φησιν ὁ Κύριος· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα.Ἐγεννήθη δὲ ἀνεκφράστως καὶ ἀπερινοήτως· Τὴν γὰρ γενεὰν αὐτοῦ [7]· τίς διηγήσεται; ἀντὶ τοῦ, οὐδείς· ὃς ἐπὶσυντελείᾳ τῶν αἰώνων κατελθὼν ἐκ τῶν κόλπων τοῦ Πατρὸς, ἐκ τῆς ἀχράντουΠαρθένου Μαρίας τὸν ἡμέτερον ἀνείληφεν ἄνθρωπον, Χριστὸν Ἰησοῦν, ὃν ὑπὲρἡμῶν παθεῖν παρέδωκεν ἰδίᾳ προαιρέσει, ὥς φησιν ὁ Κύριος· Οὐδεὶςαἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχωπάλιν λαβεῖν αὐτήν. Ἐν ᾧ ἀνθρώπῳ σταυρωθεὶς καὶ ἀποθανὼν ὑπὲρ ἡμῶν,ἀνέστη ἐκ νεκρῶν, καὶ [8] ἀνελήφθη εἰς οὐρανούς. Ἀρχὴὁδῶν κτισθεὶς ἡμῖν, ἐν τῇ γῇ ὢν, ἡμῖν ἔδειξεν ἐκ σκότους φῶς, σωτηρίανἐκ πλάνης, ζωὴν ἐκ νεκρῶν, εἴσοδον ἐν τῷ παραδείσῳ, ἐξ οὗ ἐκβέβληται [9] Ἀδάμ, εἰς ὃν πάλιν εἰσῆλθε διὰ τοῦ ληστοῦ, ὡς εἶπεν ὁΚύριος· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· εἰς ὃν καὶ ὁΠαῦλος εἰσῄει· ἄνοδόν τε εἰς οὐρανούς, ὅπου πρόδρομος εἰσῆλθεν ὑπὲρ ἡμῶνὁ Κυριακὸς ἄνθρωπος, ἐν ᾧ μέλλει κρίνειν ζῶντας καὶ νεκρούς.
2. Πιστεύομεν ὁμοίως καὶ [10] εἰς τὸ Πνεῦμα τὸἅγιον τὸ πάντα ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ, ἀναθεματίζοντες τὰ παρὰτοῦτο [11] φρονοῦντα δόγματα. Οὔτε γὰρ υἱοπάτοραφρονοῦμεν, ὡς οἱ Σαβέλλιοι λέγοντες μονοούσιον καὶ οὐχ ὁμοούσιον, καὶ ἐντούτῳ ἀναιροῦντες τὸ εἶναι Υἱόν· οὔτε τὸ παθητὸν σῶμα, ὃ ἐφόρεσε διὰ τὴντοῦ παντὸς κόσμου σωτηρίαν, ἀνατίθεμεν τῷ Πατρί· οὔτε τρεῖς ὑποστάσειςμεμερισμένας καθ’ ἑαυτάς, ὥσπερ σωματοφυῶς ἐπ’ ἀνθρώπων, ἐστὶλογίσασθαι, ἵνα μὴ πολυθείαν [12], ὡς τὰ ἔθνη,φρονήσωμεν· ἀλλ’ ὥσπερ ἐκ πηγῆς ποταμὸς γεγενημένος οὐ διῃρέτη, καίτοιδύο σχήματα καὶ δύο ὀνόματα τυγχάνοντα. Οὔτε γὰρ ὁ Πατὴρ Υἱός ἐστιν,οὔτε ὁ Υἱὸς Πατήρ ἐστιν· ὁ γὰρ Πατὴρ, Υἱοῦ Πατήρ ἐστι [13] · καὶ ὁ Υἱὸς, Πατρὸς Υἱός ἐστιν. Ὡς γὰρ οὐκ ἔστιν ἡπηγὴ ποταμὸς, οὐδὲ ὁ ποταμὸς πηγή, ἀμφότερα δὲ ἓν καὶ ταὐτόν ἐστιν ὕδωρτὸ ἐκ τῆς πηγῆς εἰς τὸν ποταμὸν μετοχετευόμενον· οὕτως ἡ ἐκ τοῦ Πατρὸςεἰς τὸν Υἱὸν θεότης ἀῤῥεύστως καὶ ἀδιαιρέτως τυγχάνει [14]. Φησὶ γὰρ ὁ Κύριος· Ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶἥκω. Παρὰ δὲ